Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.75.2 | Hdt. 8.76.2 (English) | >>Hdt. 8.79.1 |
8.76.1
ὁ μὲν ταῦτά σφι σημήνας ἐκποδὼν ἀπαλλάσσετο · τοῖσι δὲ ὡς πιστὰ ἐγίνετο τὰ ἀγγελθέντα , τοῦτο μὲν ἐς τὴν νησῖδα τὴν Ψυττάλειαν , μεταξὺ Σαλαμῖνός τε κειμένην καὶ τῆς ἠπείρου , πολλοὺς τῶν Περσέων ἀπεβιβάσαντο · τοῦτο δέ , ἐπειδὴ ἐγίνοντο μέσαι νύκτες , ἀνῆγον μὲν τὸ ἀπʼ ἑσπέρης κέρας κυκλούμενοι πρὸς τὴν Σαλαμῖνα , ἀνῆγον δὲ οἱ ἀμφὶ τὴν Κέον τε καὶ τὴν Κυνόσουραν τεταγμένοι , κατεῖχόν τε μέχρι Μουνυχίης πάντα τὸν πορθμὸν τῇσι νηυσί .
8.76.2 τῶνδε δὲ εἵνεκα ἀνῆγον τὰς νέας , ἵνα δὴ τοῖσι Ἕλλησι μηδὲ φυγεῖν ἐξῇ , ἀλλʼ ἀπολαμφθέντες ἐν τῇ Σαλαμῖνι δοῖεν τίσιν τῶν ἐπʼ Ἀρτεμισίῳ ἀγωνισμάτων . ἐς δὲ τὴν νησῖδα τὴν Ψυττάλειαν καλεομένην ἀπεβίβαζον τῶν Περσέων τῶνδε εἵνεκεν , ὡς ἐπεὰν γίνηται ναυμαχίη , ἐνθαῦτα μάλιστα ἐξοισομένων τῶν τε ἀνδρῶν καὶ τῶν ναυηγίων (ἐν γὰρ δὴ πόρῳ τῆς ναυμαχίης τῆς μελλούσης ἔσεσθαι ἔκειτο ἡ νῆσος ), ἵνα τοὺς μὲν περιποιέωσι τοὺς δὲ διαφθείρωσι .
8.76.3 ἐποίευν δὲ σιγῇ ταῦτα , ὡς μὴ πυνθανοίατο οἱ ἐναντίοι . οἱ μὲν δὴ ταῦτα τῆς νυκτὸς οὐδὲν ἀποκοιμηθέντες παραρτέοντο .
ch. 77
8.77.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.75.2 | Hdt. 8.76.2 (English) | >>Hdt. 8.79.1 |